Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.76 Joseph. AJ 9.81 (English) >>Joseph. AJ 9.85

9.79οἱ λεπροὶ δὲ οἱ ἐκ τῆς Σαμαρείας ἀναχωρήσαντες εἰς τὸ τῶν Σύρων στρατόπεδον, ὧν μικρὸν ἔμπροσθεν ἐπεμνήσθημεν, ὡς γενόμενοι πρὸς τῇ παρεμβολῇ πολλὴν ἡσυχίαν καὶ ἀφωνίαν ἔβλεπον οὖσαν καὶ παρελθόντες δὲ εἴσω καὶ ὁρμήσαντες εἰς μίαν σκηνὴν οὐδένα ἑώρων, ἐμφαγόντες καὶ πιόντες ἐβάστασαν ἐσθῆτα καὶ πολὺν χρυσὸν κομίσαντες ἔξω τῆς παρεμβολῆς ἔκρυψαν· 9.80ἔπειτʼ εἰς ἑτέραν σκηνὴν παρελθόντες ὁμοίως τὰ ἐν αὐτῇ πάλιν ἐξεκόμισαν, καὶ τοῦτʼ ἐποίησαν τετράκις μηδενὸς αὐτοῖς ὅλως ἐντυγχάνοντος. ὅθεν εἰκάσαντες ἀνακεχωρηκέναι τοὺς πολεμίους κατεγίνωσκον αὑτῶν μὴ ταῦτα δηλούντων τῷ Ἰωράμῳ καὶ τοῖς πολίταις. 9.81καὶ οἱ μὲν ἐλθόντες πρὸς τὸ τῆς Σαμαρείας τεῖχος καὶ ἀναβοήσαντες πρὸς τοὺς φύλακας ἐμήνυον αὐτοῖς τὰ περὶ τοὺς πολεμίους, ἐκεῖνοι δὲ ταῦτʼ ἀπήγγειλαν τοῖς τοῦ βασιλέως φύλαξι, παρʼ ὧν μαθὼν Ἰώραμος μεταπέμπεται τοὺς φίλους καὶ τοὺς ἡγεμόνας. 9.82πρὸς οὓς ἐλθόντας ἐνέδραν καὶ τέχνην ὑπονοεῖν ἔλεγε τὴν ἀναχώρησιν τοῦ τῶν Σύρων βασιλέως ἀπογνόντος ἡμᾶς τῷ λιμῷ διαφθαρήσεσθαι, ἵνα ὡς πεφευγότων εἰς διαρπαγὴν ἐξελθόντων τῆς παρεμβολῆς αἰφνιδίως ἐπιπέσῃ καὶ κτείνῃ μὲν αὐτούς, ἀμαχητὶ δὲ ἕλῃ τὴν πόλιν· ὅθεν ὑμῖν παραινῶ διὰ φυλακῆς ἔχειν αὐτὴν μὴ καταφρονήσαντας τῷ τοὺς πολεμίους ἀνακεχωρηκέναι·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.76 Joseph. AJ 9.81 (English) >>Joseph. AJ 9.85

Powered by PhiloLogic